TLG 1332 001 :: 〈DIOTOGENES〉 :: Fragmenta

〈DIOTOGENES〉 Phil.
(4 B.C./A.D. 2)

Fragmenta

Source: Thesleff, H. (ed.), The Pythagorean texts of the Hellenistic period. Åbo: Åbo Akademi, 1965: 71–77.

Citation: Page — (line)

71

(16t)

Περὶ βασιλείας
17Stob. 4.7.61 p. 263 He. (Mullach 1 p. 532, L. Delatte p. 37) Διωτογένεος Πυθαγορείου ἐκ τοῦ Περὶ βασιλείας. Βασιλεύς κ’ εἴη ὁ δικαιότατος, δικαιότατος δὲ ὁ νομιμώτατος. ἄνευ μὲν γὰρ δικαιοσύνας
20οὐδεὶς ἂν εἴη βασιλεύς, ἄνευ δὲ νόμω 〈οὐ〉 δικαιοσύνα. τὸ μὲν γὰρ δίκαιον ἐν τῷ νόμῳ ἐντί, ὁ δέ γε νόμος αἴτιος τῶ δικαίω, ὁ δὲ βασιλεὺς ἤτοι νόμος ἔμψυχός ἐντι ἢ νόμιμος ἄρχων· διὰ ταῦτ’ οὖν δικαιότατος καὶ νομιμώτατος. ἔργα δὲ βασιλέως τρία, τό τε στραταγὲν καὶ δικασ‐
πολὲν καὶ θεραπεύειν θεώς· στραταγὲν μὲν ὦν καλῶς δυνασεῖται71

72

πολεμὲν καλῶς ἐπισταθείς, δικασπολὲν δὲ καὶ διακούεν πάντων τῶν ὑπ’ αὐτὸν φύσιν δικαίω καὶ νόμω καλῶς ἐκμαθών, θεραπεύεν δὲ τὼς θεὼς εὐσεβῶς καὶ ὁσίως φύσιν θεῶ καὶ ἀρετὰν ἐκλογισάμενος. ὥστε ἀνάγκα τὸν τέλειον βασιλέα στραταγόν τε ἀγαθὸν ἦμεν καὶ δικαστὴν
5καὶ ἱερέα· ταῦτα γὰρ καὶ ἀκόλουθα καὶ πρέποντά ἐντι βασιλέως ὑπεροχᾷ τε καὶ ἀρετᾷ. κυβερνάτα μὲν γὰρ ἔργον ἐντὶ τὰν ναῦν σῴζεν, ἁνιόχω δὲ τὸ ἅρμα, ἰατρῶ δὲ τὼς νοσίοντας, βασιλέως δὲ καὶ τῶ στραταγῶ τὼς ἐν πολέμῳ κινδυνεύοντας. ὧ γὰρ ἕκαστος ἁγεμών ἐντι συστάματος, τούτω καὶ ἐπιστάτας καὶ δαμιουργός. καὶ μὰν τό τε δικασπολὲν καὶ διανέμεν
10τὸ δίκαιον, ξυνᾷ μὲν καθόλου ἰδίᾳ δὲ καθ’ ἕκαστον, οἰκῇον βασιλέως ὥσπερ θεῶ ἐν τῷ κόσμῳ 〈ὧ〉 ἁγεμών τε καὶ προστάτας ἐντί, ξυνᾷ μὲν τὸ ποτὶ μίαν ἀρχάν τε καὶ ἁγεμονίαν τὸ ὅλον ξυναρμόσθαι, καθ’ ἕκαστον δὲ τὸ καὶ τὰ κατὰ μέρος 〈ποτ〉τὰν αὐτὰν ἁρμονίαν τε καὶ ἁγεμονίαν συναρμόζεσθαι. ἔτι δ’ ἐν τῷ ποιὲν εὖ καὶ εὐεργετὲν τὼς ὑποτεταγμένως
15ὁ βασιλεύς ἐντι· ταῦτα δ’ οὐκ ἄνευ δικαιοσύνας καὶ νόμω. τό γε μὰν τρίτον, λέγω δὲ τὸ θεραπεύεν τὼς θεώς, βασιλέως ἀντάξιον· δεῖ γὰρ τὸ ἄριστον ὑπὸ τῶ ἀρίστω τιμᾶσθαι καὶ τὸ ἁγεμονοῦν ὑπὸ τοῦ ἁγεμο‐ νέοντος. τῶν μὲν οὖν φύσει τιμιωτάτων ἄριστον ὁ θεός, τῶν δὲ περὶ γᾶν καὶ τὼς ἀνθρώπως ὁ βασιλεύς. ἔχει δὲ καὶ ὡς θεὸς ποτὶ κόσμον
20βασιλεὺς ποτὶ πόλιν· καὶ ὡς πόλις ποτὶ κόσμον βασιλεὺς ποτὶ θεόν. ἁ μὲν γὰρ πόλις ἐκ πολλῶν καὶ διαφερόντων συναρμοσθεῖσα κόσμου σύνταξιν καὶ ἁρμονίαν μεμίμαται, ὁ δὲ βασιλεὺς ἀρχὰν ἔχων ἀνυπεύθυνον, καὶ αὐτὸς ὢν νόμος ἔμψυχος, θεὸς ἐν ἀνθρώποις παρεσχαμάτισται. Stob. 4.7.62 p. 265 He. (Mullach 1 p. 533, L. Delatte p. 39)
25Ἐν ταὐτῷ. Ὅθεν δεῖ τὸν βασιλέα μὴ νενικῆσθαι ὑφ’ ἁδονᾶς, ἀλλ’ αὐτὸν νικῆν ταύταν, μηδ’ ὅμοιον ἦμεν τοῖς πολλοῖς ἀλλὰ ἐπὶ πολλὸν διαφέροντα τούτων, μηδ’ ἔργον ἁγεῖσθαι τὰν ἁδονὰν ἀλλὰ μᾶλλον τὰν ἀνδραγαθίαν· ἅμα δὲ καὶ πρέπει τὸν ἑτέρων ἄρχεν χρῄζοντα τῶν αὐταυτῶ παθέων πρᾶτον δύνασθαι ἄρχεν. περί γε μὰν τᾶς πλεονεκτίας
30ὅδε λόγος· δεῖ γὰρ ἐς τοῦτο πεπᾶσθαι τὰ χρήματα, ὥστε φίλως εὐεργετὲν
καὶ δεομένως ὑπολαμβάνεν, καὶ ἐχθρὼς δὲ μετὰ δίκας ἀμύνασθαι·72

73

ἁδίστα γὰρ ἁ μετ’ ἀρετᾶς ἀπόλαυσις τᾶς εὐτυχίας. ὁ δ’ αὐτὸς τρόπος καὶ περὶ τᾶς ὑπεροχᾶς· δεῖ γὰρ καθυπερέχεν τὼς ἄλλως ἀρετᾷ καὶ κατταύταν ἄξιον κρίνεσθαι τῶ ἄρχεν, ἀλλὰ μὴ καττὸν πλοῦτον ἢ τὰν δύναμιν ἢ τὰν ῥώμαν τὰν τῶν ὅπλων· ὃ μὲν γάρ τι κοινόν ἐντι καὶ τῶν
5τυχόντων, ὃ δὲ κοινὸν καὶ τῶν ἀλόγων ζῴων, ὃ δὲ κοινὸν καὶ τῶν τυράννων, ὃ δὲ μόνον ἴδιον τῶν ἀγαθῶν ἀνθρώπων. ὥστε ὅστις βασιλεὺς σώφρων μέν ἐντι περὶ τὰς ἁδονάς, κοινωνατικὸς δὲ περὶ τὰ χρήματα, φρόνιμος δὲ καὶ δεινὸς περὶ τὰν ἀρχάν, οὗτός κα εἴη καττὰν ἀλάθῃαν βασιλεύς .... ἔχει δὲ καὶ ὁ δᾶμος τῶν μερέων τᾶς τοῦ ἀνθρώπου ψυχᾶς
10τὰν ἀναλογίαν ταύταν τῶν ἀγαθῶν καὶ τῶν κακῶν· ἁ μὲν γὰρ πλεονεκτία γίνεται περὶ τὸ ἁγούμενον μέρος τᾶς ψυχᾶς, λογικὰ γὰρ ἁ ἐπιθυμία· ἁ δὲ φιλοτιμία καὶ θηριότας περὶ τὸ θυμοειδές, τοῦτο γὰρ τὸ ζέον καὶ δυναμικὸν μέρος τᾶς ψυχᾶς· ἁ δὲ φιλαδονία περὶ τὸ ἐπιθυματικόν, τοῦτο γὰρ θῆλυ καὶ ὑγρὸν μέρος τᾶς ψυχᾶς· ἁ δέ γε ἀδικία τελειοτάτα
15κακία καὶ σύνθετος ἔασσα περὶ ὅλαν γίνεται τὰν ψυχάν. ὅθεν ὡς λύραν καὶ πόλιν εὐνομουμέναν δεῖ συναρμόσασθαι βασιλέα ὅρον δικαιότατον καὶ νόμω τάξιν ἐν αὐτῷ πρᾶτον καταστησάμενον, εἰδότα διότι τῶ πλάθεος, ὧ δέδωκεν ὁ θεὸς αὐτῷ τὰν ἁγεμονίαν, ἁ συναρμογὰ ποτ’ αὐτὸν ὀφείλει συναρμοσθῆμεν. ποτὶ δὲ τοῖς ἀγορευομένοις δεῖ καὶ
20〈δια〉θέσιας καὶ ἕξιας ἐπιπρεπέας ἐπιταδεύεν τὸν ἀγαθὸν βασιλέα, πολιτικῶς αὐτὸν πλάσσοντα καὶ πραγματειωδέως, ὅπως μήτε τραχὺς φαίνηται τοῖς πλάθεσι μήτ’ εὐκαταφρόνατος, ἀλλὰ καὶ ἁδὺς καὶ ἀμφιστραφής. τεύξεται δὲ τούτων, αἴκα πρᾶτον μὲν σεμνὸς ᾖ καὶ ἐκ τῶ ἰδὲν καὶ ἐκ τῶ ἀκοῦσαι καὶ ἐκ τῶ ἄξιος ἐπιφαίνεσθαι τᾶς ἀρχᾶς,
25δεύτερον δὲ χρηστὸς καὶ ἐκ τᾶς ἐντεύξιος καὶ ἐκ τᾶς ποτιβλέψιος καὶ ἐκ τᾶς εὐεργεσίας, τρίτον δὲ δεινὸς καὶ ἐκ τᾶς μισοποναρίας καὶ ἐκ τᾶς ἐπιταχύσιος τᾶς κολάσιος καὶ ὅλως ἐκ τᾶς ἐμπειρίας καὶ τριβᾶς
τᾶς περὶ τὸ βασιλεύεν. ἁ μὲν γὰρ σεμνότας θεόμιμον ὑπάρχουσα πρᾶγμα73

74

δύναται θαυμαζόμενον καὶ τιμώμενον αὐτὸν παρέχεσθαι τοῖς πλάθεσιν, ἁ δὲ χρηστότας φιλεύμενον καὶ ἀγαπαζόμενον, ἁ δὲ δεινότας φοβερὸν μὲν καὶ ἀνίκατον ποτὶ πολεμίως, μεγαλόψυχον δὲ καὶ θαρσαλέον ποτὶ φίλως. δεῖ δὲ τὰν σεμνότατα καθεστάσθαι περὶ αὐτὸν μηδὲν ταπεινὸν
5ἐπιταδεύοντα μηδὲ τῶν πολλῶν ἀντάξιον ἀλλὰ τῶν θαυμαινομένων καὶ τῶν ἁγεμονίᾳ καὶ σκαπτουχίᾳ ποτιφυῶν, ἁμιλλώμενον ἀεὶ μὴ τοῖς μῃόνεσσι μηδὲ τοῖς ἴσοις ἀλλὰ τοῖς μεζόνεσσι, καὶ καττὸ μέγεθος τᾶς ἁγεμονίας ἁδονὰς ὑπολαμβάνοντα μεγίστας ἦμεν τὰς ἐπὶ τοῖς καλοῖς ἔργοις καὶ μεγάλοις, ἀλλὰ μὴ τὰς ἐπὶ τοῖς ἀκολάστοις, χωρί‐
10ζοντα μὲν ἑαυτὸν ἀπὸ τῶν ἀνθρωπίνων παθέων, συνεγγίζοντα δὲ τοῖς θεοῖς, οὐ δι’ ὑπεραφανίαν ἀλλὰ διὰ μεγαλοφροσύναν καὶ μέγεθος ἀρετᾶς ἀνυπέρβλατον, τοιαύταν αὑτῷ ἐπιπρέπῃαν καὶ προστασίαν ἀμφιβαλλόμενον καὶ καττὰν ὄψιν καὶ καττὼς λογισμὼς καὶ καττὰ ἐνθυμάματα καὶ καττὸ ἆθος τᾶς ψυχᾶς καὶ καττὰς πράξιας καὶ καττὰν
15κίνασιν καὶ καττὰν θέσιν τοῦ σώματος, ὥστε τὼς ποταυγασμένως αὐτὸν κατακοσμαθῆμεν καταπεπλαγμένως αἰδοῖ καὶ σωφροσύνᾳ διαθέσει τε τᾷ περὶ τὰν ἐπιπρέπῃαν. οὐ γὰρ μῇον αὐλῶ καὶ ἁρμονίας 〈ἁ〉 τῶ ἀγαθῶ βασιλέως ποταύγασις ὀφείλει τρέπεν τὰς ψυχὰς τῶν ποταυγασμένων. καὶ περὶ μὲν σεμνότατος ἅλις εἰρήσθω· περὶ δὲ χρηστό‐
20τατος νῦν ὑποθέσθαι πειρασοῦμαι. χραστὸς γὰρ ἐσσεῖται πᾶς βασιλεὺς τὸ μὲν καθόλω δίκαιός τ’ ἐὼν καὶ ἐπιεικὴς καὶ εὐγνώμων. ἔστι γὰρ ἁ δικαιότας κοινωνίας συνεκτικὰ καὶ συνακτικά, καὶ μόνα γε ὦν πρὸς τὼς πλατίον ἁ τοιαύτα διάθεσις ἅρμοσται τᾶς ψυχᾶς. ὃν λόγον γὰρ ἔχει ῥυθμὸς ποτὶ κίνασιν καὶ ἁρμονία ποτὶ φωνάν, τοῦτον ἔχει τὸν
25λόγον δικαιότας ποτὶ κοινωνίαν· κοινὸν γὰρ ἀγαθόν ἐντι καὶ ἀρχόντων καὶ ἀρχομένων, εἴ γε δὴ συναρμοστικά ἐντι κοινωνίας πολιτικᾶς. ἁ δὲ ἐπιείκῃα καὶ 〈ἁ〉 εὐγνωμοσύνα πάρεδροί τινές ἐντι τᾶς δικαιοσύνας,
ἁ μὲν [τὸ ἐπιεικὲς ἁ δὲ] τὸ ἀπότομον τᾶς βλάβας μαλθαίνοισα, ἁ δὲ74

75

τοῖς ἐπὶ ποσὸν ἀμπλακίσκουσι συγγνώμας ἀπομερίζουσα. δεῖ δὲ τὸν ἀγαθὸν βασιλέα βοηθατικόν τε ἦμεν τῶν δεομένων καὶ εὐχάριστον, 〈καὶ ἀβαρέα〉 δέ· βοήθειαν δὲ μὴ καθ’ ἕνα ποιήσασθαι τρόπον, ἀλλ’ ὅπως δυνατὸν ἂν ᾖ· εὐχάριστον δ’ ἦμεν δεῖ μὴ ποττὸ μέγεθος ἀποβλέ‐
5ποντα τᾶς τιμᾶς, ἀλλὰ ποττὸν τρόπον καὶ τὰν προαίρεσιν τῶ τιμέοντος· ἀβαρέα δὲ δεῖ ἦμεν ποτὶ πάντας ἀνθρώπως, μάλιστα δὲ ποττὼς μῄονας καὶ καταδεεστέρως ταῖς τύχαις· οὗτοι γὰρ ὥσπερ τοὶ νοσίοντες τοῖς σώμασιν οὐδὲν ὑπομένεν δύνανται τῶν βαρέων. ἔχοντι γὰρ τὰς δια‐ θέσιας τοιαύτας καὶ οἱ θεοὶ καὶ μάλιστα ὁ κρατέων πάντων Ζεύς· καὶ
10γὰρ οὗτος σεμνὸς μέν ἐντι καὶ τίμιος διά τε τὰν ὑπεροχὰν καὶ τὸ μέγεθος τᾶς ἀρετᾶς, χραστὸς δὲ διὰ τὸ εὐεργετικός τε ἦμεν καὶ ἀγαθοδότας, ὅκως δὴ καὶ λέγεται ὑπὸ τῶ Ἰωνικῶ ποιητᾶ ὥς κ’ εἴη ‘πατὴρ ἀνδρῶν τε θεῶν τε‘· δεινὸς δὲ καὶ τὸν κεραυνὸν μετὰ χεῖρα, σύμβολον τᾶς κυριεύεν πάντων· ἔχει δὲ καὶ τὸν κεραυνὸν μετὰ χεῖρα, σύμβολον τᾶς
15δεινότατος. ἐπὶ πᾶσι δὲ τούτοις μναμονεύεν δεῖ ὅτι θεόμιμόν ἐντι πρᾶγμα βασιλεία.
17tΠερὶ ὁσιότητος
18 Stob. 3.1.100 p. 50 He. (Mullach 1 p. 535) Διωτογένεος Πυθαγορείου ἐκ τοῦ Περὶ ὁσιότητος. Περὶ βίω ἐκλογισμὸς καθ’ ὅν κ’ εἴη ὁ ἀνθρώπινος
20βίος ὁσιώτατός τε καὶ νομιμώτατος· πρᾶτον μὲν αἴκα τις μὴ πολυπραγ‐ μονῇ μηδὲ ταχὺ ἐπὶ τὰς δίκας ὁρμῴη, ἀλλὰ πολὺν χρόνον ἀμβαλλόμενος αὐτός τε προκαλεόμενος ἄνευ δίκας οἷς τε ὁ ἀντίδικος προεκαλέσσατο ἐμμένων· καὶ αἴκα τὰ πολλὰ ἐξὸν ἐπικαταγορὲν τῷ πράγματι μὴ καταγορῇ ἄλλ’ ἢ αὐτὸ τὸ πρᾶγμα· καὶ ἐπὶ μὲν τᾶς ἀλλοτρίας ζαμίας τὸ ἀκριβὲς
25μῷτο, ἐπὶ δὲ τᾶς ἰδίας τὸ μέτριον· τὸ γὰρ αὐτὸν παρ’ αὑτῷ διαιτῆσθαι μετριωτέρω ἤθεος. καὶ μὴ ἐπὶ τᾷ ζημίᾳ οὕτως ὡς ἐπὶ τᾷ αἰσχύνᾳ λυποῖτο· τὸ μὲν γὰρ ἐπ’ ἀργυρίῳ ὀδυνᾶσθαι φαύλω ἤθεος, τὸ δὲ ἐπὶ
τᾷ αἰσχύνᾳ καὶ τᾷ ἀτιμίᾳ καλοκαγάθω.75

76

Stob. 4.1.96 p. 36 He. (Mullach 1 p. 532) Διωτογένεος Πυθαγορείου ἐκ τοῦ Περὶ ὁσιότητος. Τὼς δὲ νόμως οὐκ ἐν οἰκήμασι καὶ θυρώμασιν ἐνῆμεν δεῖ, ἀλλ’ ἐν τοῖς ἠθέεσσι τῶν πολιτευομένων. τίς οὖν ἀρχὰ πολιτείας ἁπάσας; νέων τροφά. οὐ γὰρ μήποκα τὸν καρπὸν ὀνασιφόρον
5ἄμπελοι γεννήσωντι, μὴ φυτοτροφηθεῖσαι καλῶς· οὐδ’ ἵπποι μήποκα γένωνται καλοὶ πωλοτροφίαν παρέντεσι. τὰ γὰρ νεόχρηστα τῶν σητείων μάλιστα τῷ ἁψαμένῳ καὶ πλατιάζοντι ὅμοιον τὸ σχῆμα λαμβάνει. τοῖς 〈δ’〉 ἀνθρώποις περὶ μὲν ἀμπέλων πῶς χρὴ τμηθῆμέν τε καὶ ἐποφθῆμεν πεφρονημένως ἔχει, τὰ δ’ ἐπὶ τῶν ἀνθρώπων ἀμελέως τε
10καὶ εἰκαίως· καί τοι οὐχ ἁ ἄμπελος οὐδὲ οἶνος τᾶς πολιτείας ἁγεμών, ἀλλ’ ὁ ἄνθρωπος καὶ ἁ ψυχὰ τῶ ἀνθρώπω. καὶ τῷ μὲν φυτῷ πλέονος εἰώθαμες ἄξιον παρακαθιστάμεν καὶ τὸν ἐπιμελησόμενον οὐ μῇον ἢ δύο μνᾶν ἄξιον, τοῖς δὲ νέοις Ἰλλυριὸν ἢ Θρᾷκα οὐδενὸς ἄξιον. οἱ δ’ ἐξ ἀρχᾶς νομοθέται τὸ μέσον τῶν ἀνθρώπων στάσιμον οὔ κα ἐδύναντο
15ποιῆσαι, κινάσει δὲ μονᾶς καὶ τάξιος κεκοινωνηκυῖαν παρακατέζευξαν ὄρχησιν καὶ ῥυθμόν, ἔτι δὲ παιγνιὰς τὰς μὲν ἐς κοινωνίαν προτραπομένας, τὰς δ’ ἐς ἀλήθῃαν καὶ ὀξύτατα ψυχᾶς· ὁμοίως δὲ καὶ τοῖς ὑπὸ μέθας ἢ πλασμονᾶς φαῦλόν τι καταπράξασιν τὸν αὐλὸν καὶ τὰν ἁρμονίαν ἐς τὰς συνωσίας κατέταξαν, ὅπως πεπαινόμενον τὸ ἦθος δύναιτο καὶ
20κατακοσμεῖσθαι. Stob. 4.1.133 p. 79 He. (Mullach 1 p. 535) Διωτογένους Πυθαγορείου ἐκ τοῦ Περὶ ὁσιότητος. Καλῶς δὲ καὶ τὸ τὸν θεὸν ἐν ἀρχᾷ τῶ δείπνω καὶ τῶ ἀρίστω ἐπικαλεῖσθαι, οὐχ ὡς δεόμενον τινὸς τῶν τοιούτων, ἀλλ’ ἐς τὸ μνασθέντα κατακοσμηθῆμεν τὰν ψυχάν· ἐπειδὴ γὰρ ἀπ’
25αὐτῶν ἐσμὲν καὶ κεκοινωνήκαμεν τῶ θείω, ποθᾶκόν τι κρίνοντι ἄμμιν·
διὸ καὶ βούλονται ἰκέλως αὐτοῖς ἅπαντα ἡμᾶς ἐπιτελέεν δικαιοπρα‐76

77

γέοντας. ... ἐπεὶ γὰρ τέτορες αἰτίαι τὰ σύμπαντα περαίνοντι καὶ ἐπὶ τέλος ἐπιτίθεντι, φύσις καὶ νόμος καὶ τέχνα καὶ τύχα· καὶ τῶν μὲν ... 〈τῶν δὲ〉 ἐξ ἄθεος ποτὶ ξυμφωνίαν πολιτικὰν φερόντων νόμος ἐπιστάτης καὶ δαμιουργός· τῶν δὲ διὰ φρονάσιος ἀνθρωπίνας τελεω‐
5θέντων τέχνα 〈κα〉 λέγοιτο δικαίως μάτηρ τε καὶ ἁγεμὼν ἦμεν· τῶν δὲ εἰκᾷ τε καὶ ὡς ἔτυχεν ἀπὸ τοῦ αὐτομάτου ὁμοίως ποτιπιπτόντων τοῖς χρηστοῖς τε καὶ πονηροῖς τύχαν τῶν τοιούτων αἰτίαν φασοῦμες· ταύταν δ’ οὔτ’ ἐν μέτρῳ οὔτ’ ἐν ὅρῳ τεταγμέναν καὶ πεφυρμένως
ἕκαστα ποιέν· γενναθεῖσα δὲ δὴ ἐξ αὐταυτῶ γένεος 〈ἀν’〉 ἄμφω κινεῖται.77